Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.254 Joseph. AJ 16.259 (English) >>Joseph. AJ 16.265

16.257καὶ πάντας ἐπὶ ταὐτὸν ἥκειν τοὺς θᾶττον ἐκεῖνον ἐκποδὼν ποιησαμένους ἄδειαν τῆς ἀεὶ προσδοκίας ἔχειν. ἐν τούτοις καὶ Πτολεμαῖος διεβέβλητο καὶ Σαπίννιος οἱ πιστότατοι τῷ βασιλεῖ. 16.258καὶ τί γὰρ καθάπερ λύττης τινὸς ἐμπεσούσης κατʼ ἀλλήλων οἱ πάλαι φίλτατοι τεθηρίωντο, μήτʼ ἀπολογίας μήτʼ ἐλέγχου τόπον ἕως ἀληθείας ἐχόντων, ἀλλʼ ἀεὶ γινομένης ἀκρίτου τινὸς εἰς ἅπαντας ἀπωλείας, καὶ τῶν μὲν δεσμά, τῶν δὲ θανάτους, τῶν δὲ τὸ ταῦτα μέλλειν ἐπʼ αὐτοῖς ὀδυρομένων, ἡσυχία τε καὶ κατήφεια τὸ βασίλειον ἀπεκόσμει τῆς πρώτης εὐδαιμονίας. 16.259καὶ χαλεπὸς ἦν Ἡρώδῃ πᾶς βίος ἐκτεταραγμένῳ καὶ τὸ μηδενὶ πιστεύειν μέγα τῆς προσδοκίας κολαστήριον ἔχοντι· πολλάκις γοῦν ὡς ἐπανιστάμενον αὐτῷ τὸν υἱὸν καὶ ξιφήρη παρεστῶτα διὰ φαντασίας ἐλάμβανεν. 16.260οὕτως ψυχὴ καὶ νύκτα καὶ ἡμέραν πρὸς τούτῳ γινομένη πάθος ἀνεμάξατο μανίας οὐχ ἧττον δὲ καὶ ἀνοίας. καὶ τὰ περὶ ἐκεῖνον εἶχεν οὕτως. 16.261

Ἀρχέλαος δὲ τῶν Καππαδόκων βασιλεύς, ὡς ἐπύθετο τὰ κατὰ τὸν Ἡρώδην, ἀγωνιῶν τε ὑπὲρ τῆς θυγατρὸς καὶ τοῦ νεανίσκου καὶ συναλγῶν ἀνδρὶ φίλῳ τῆς ἐπὶ τοσόνδε ταραχῆς, ἧκεν οὐκ ἐν παρέργῳ θέμενος τὰ πράγματα. 16.262καὶ καταλαβὼν οὕτως ἔχοντα τὸ μὲν ἐπιτιμᾶν φάναι γενέσθαι τι προπετὲς αὐτῷ τελέως ἀνοίκειον εἰς τὸν καιρὸν ἡγήσατο· φιλονεικήσειν γὰρ κεκακωμένον καὶ μᾶλλον ἀπολογεῖσθαι σπεύδοντα πλείονος ὀργῆς ἀναπλησθήσεσθαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.254 Joseph. AJ 16.259 (English) >>Joseph. AJ 16.265

Powered by PhiloLogic